Documenti di Didattica
Documenti di Professioni
Documenti di Cultura
3.2. πεισθεὶς δὲ ἐκείνῃ ὁ Προῖτος αὐτὸν εἰς Καρίαν ἐξέπεμψεν, ἵνα ἀπόληται.
δέλτον γὰρ αὐτῷ δοὺς ἐκέλευσε πρὸς Ἰοβάτην διακομίζειν. ὁ δὲ τοῖς γεγραμμένοις
ἀκόλουθα πράττων προσέταξεν αὐτῷ διακυνδυνεῦσαι πρὸς τὴν Χίμαιραν. ὁ δὲ
ἀγωνισάμενος τὸ θηρίον ἀνεῖλε.
3.3. πάλιν δὲ ἐπιστρέψας εἰς τὴν Τίρυνθα (sc. ὁ Βελλεροφόντης) κατεμέμψατο τὸν
Προῖτον, ἀνέσεισε δὲ τὴν Σθενέβοιαν ὡς <εἰς> τὴν Καρίαν ἀπάξων. μαθὼν δὲ παρ’
αὐτῆς ἐκ Προίτου δευτέραν ἐπιβουλὴν φθάσας ἀνεχώρησεν.
ἀναθέμενος δὲ ἐπὶ τὸν Πήγασον τὴν Σθενέβοιαν μετέωρος ἐπὶ τὴν θάλασσαν ἤρθη.
γενόμενος δὲ κατὰ Μῆλον τὴν νῆσον ταύτην ἀπέρριψεν. αὐτὴν μὲν οὖν
ἀποθανοῦσαν ἁλιεῖς ἀναλαβόντες διεκόμισαν εἰς Τίρυνθα. πάλιν δὲ ἐπιστρέψας ὁ
Βελλεροφόντης πρὸς τὸν Προῖτον αὐτὸς ὡμολόγησε πεπραχέναι ταῦτα <...>
PALÉFATO
1. φασὶν Ἀκταίωνα ὑπὸ τῶν ἰδίων κυνῶν καταβρωθῆναι1. τοῦτο δὲ ψευδές· κύων γὰρ
δεσπότην καὶ τροφέα μάλιστα φιλεῖ, ἄλλως τε καὶ αἱ θηρευτικαὶ2 πάντας
ἀνθρώπους σαίνουσιν.
2. ἔνιοι δέ φασιν ὡς3 Ἄρτεμις μὲν εἰς ἔλαφον μετέβαλεν αὐτόν, ἔλαφον δὲ ἀνεῖλον
αἱ κύνες. ἐμοὶ δὲ δοκεῖ Ἄρτεμιν μὲν δύνασθαι4 ὅ τι θέλοι5 ποιῆσαι· οὐ μέντοι ἐστὶν
ἀληθὲς ἔλαφον ἐξ ἀνδρὸς ἢ ἐξ ἐλάφου ἄνδρα γενέσθαι·
3. Ἀκταίων ἦν ἁνὴρ τὸ γένος Ἀρκάς, φιλοκύνηγος. οὑτος ἔτρεφεν ἀεὶ κύνας πολλὰς
καὶ ἐθήρευεν ἐν τοῖς ὄρεσιν, τῶν δὲ αὑτοῦ πραγμάτων ἠμέλει6. οἱ δὲ τότε ἄνθρωποι
αὐτουργοὶ πάντες ἦσαν οἰκέτας τε οὐκ εἶχον,
1
Infinitivo aoristo pasivo de καταβιβρώσκω.
2
Se refiere a las κύνες; el sexo del animal sólo se diferencia por el artículo.
3
Valor temporal.
4
El verbo δοκέω+ dat. + inf. : “parece a (dat.) que (inf. con o sin sujeto).
5
Presente optativo de θέλω.
6
De ἀμελέω.
7
Aoristo pasivo de διαφθείρω.
5. Περὶ τῶν Διομήδους ἵππων φασὶν ὅτι ἀνδροφάγοι ἦσαν, γελοίως· τὸ γὰρ ζῷον
τοῦτο μᾶλλον8 χόρτῳ καὶ κριθῇ ἥδεται ἢ ἀνθρωπίνοις. τὸ δ᾽ ἀληθὲς ὧδε ἔχει.
6. καὶ μέχρι τούτου9 ἵπποις ἥδετο, ἕως οὗ τὰ αὑτοῦ ἀπώλεσε10 καὶ πάντα πωλῶν11
κατανάλωσεν12 εἰς τὴν τῶν ἵππων τροφήν. οἱ οὖν φίλοι ἀνδροφάγους τοὺς ἵππους
ὠνόμασαν.
7. Φασὶν ὡς Νιόβη γυνὴ ζῶσα λίθος ἐγένετο ἐπὶ τῷ τύμβῳ τῶν παίδων· ὅστις δὲ
πείθεται ἐξ ἀνθρώπου λίθον γενέσθαι ἢ ἐκ λίθου ἄνθρωπον, εὐήθης ἐστί. Τὸ δὲ
ἀληθὲς ἔχει ὧδε.
8. Νιόβης ἀποθανόντων τῶν παίδων, ποιήσας τις εἰκόνα λιθίνην ἔστησεν ἐπὶ τῷ
τύμβῳ τῶν παίδων. ἔλεγον οὖν οἱ παριόντες· «Νιόβη λιθίνη ἕστηκεν ἐπὶ τῷ τύμβῳ·
ἐθεασάμεθα ἡμεῖς αὐτήν»,
9. Ἱστορεῖται περὶ Φινέως ὡς διεφόρουν Ἅρπυιαι τὸν βίον αὐτοῦ, δοκοῦσι δὲ ἔνιοι
θηρία πετεινὰ εἶναι ταῦτα ἁρπάζοντα ἀπὸ τῆς τραπέζης τοῦ Φινέως τὸ δεῖπνον. Ἡ
δὲ ἀλήθεια αὕτη.
10. Βορέου δὲ παῖδες ἀνδρός, οὐκ ἀνέμου, βοηθήσαντες αὐτῷ, τάς τε θυγατέρας
ἐξεδίωξαν ἐκ τῆς πόλεως καὶ τὰ χρήματα συναθροΐσαντες, ἐπίτροπον αὐτῶν
κατέστησαν τῶν Θραικῶν τινα.
11. Φασὶ τὴν Ἰὼ ὡς ἐκ γυναικὸς βοῦς γενομένη καὶ οἰστρήσασα, διὰ τῆς θαλάσσης
εἰς Αἴγυπτον ἐξ Ἄργους ἀφίκετο. ὅπερ ἐστὶν ἀπίθανον· τὸ καὶ τοσαύτας ἡμέρας
ἄσιτον μένειν. Τὸ δὲ ἀληθὲς ἔχει ὧδε.
PAUSANIAS
22. 4 Acrópolis: Propileos, Templo de Nike áptera, Leyenda de la muerte de Egeo
[22.4] ἐς δὲ τὴν ἀκρόπολίν ἐστιν ἔσοδος μία· ἑτέραν δὲ οὐ παρέχεται, πᾶσα
ἀπότομος οὖσα καὶ τεῖχος ἔχουσα ἐχυρόν. τὰ δὲ προπύλαια λίθου λευκοῦ τὴν
ὀροφὴν ἔχει καὶ κόσμῳ καὶ μεγέθει τῶν λίθων μέχρι γε καὶ ἐμοῦ προεῖχε.
Sólo hay una manera de entrar en la ciudadela, por cualquier otro lado está cerrada
de un muro de roca. Los propileos están cubiertos de mármol blanco, su grandiosidad
y esplendor, aún lucen hermosos en mi tiempo.
(…) τῶν δὲ προπυλαίων ἐν δεξιᾷ Νίκης ἐστὶν Ἀπτέρου ναός. ἐντεῦθεν ἡ θάλασσά
ἐστι σύνοπτος, καὶ ταύτῃ ῥίψας Αἰγεὺς ἑαυτὸν ὡς λέγουσιν ἐτελεύτησεν. [22.5]
ἀνήγετο μὲν γὰρ ἡ ναῦς μέλασιν ἱστίοις ἡ τοὺς παῖδας φέρουσα ἐς Κρήτην, Θησεὺς
δὲ—ἔπλει γὰρ τόλμης τι ἔχων ἐς τὸν Μίνω καλούμενον ταῦρον—πρὸς τὸν πατέρα
προεῖπε χρήσεσθαι τοῖς ἱστίοις λευκοῖς, ἢν ὀπίσω πλέῃ τοῦ ταύρου κρατήσας·
8
Construcción comparativa.
9
“hasta tanto... que”.
10
De ἀπόλλυμι.
11
De πωλέω.
12
De καταναλίσκομαι.
(…) A la derecha de los propileos esta una capilla de la nike Áptera, que está al lado
del mar, y desde allí, dicen que Egeo se arrojó. El barco que llevaba el homenaje a
Creta de los atenienses se hizo a la mar con velas negras, y Teseo, que estaba lleno
de coraje de combatir al Minotauro, había prometido a su padre que si lograba la
victoria, volvería con velas blancas,
pero aún de la alegría de haber vencido le hizo olvidar Ariadna, para anunciar su
victoria con la señal, de modo que cuando Egeo vio las velas negras creyó que su
hijo había perecido, y la desesperación le hizo lanzarse al mar. Entonces los
atenienses le erigieron un santuario para el héroe.
24. 4 El Partenón
[24.4] (…) ἐς δὲ τὸν ναὸν ὃν Παρθενῶνα ὀνομάζουσιν, ἐς τοῦτον ἐσιοῦσιν [24.5]
ὁπόσα ἐν τοῖς καλουμένοις ἀετοῖς κεῖται, πάντα ἐς τὴν Ἀθηνᾶς ἔχει γένεσιν, τὰ δὲ
ὄπισθεν ἡ Ποσειδῶνος πρὸς Ἀθηνᾶν ἐστιν ἔρις ὑπὲρ τῆς γῆς·
αὐτὸ δὲ ἔκ τε ἐλέφαντος τὸ ἄγαλμα καὶ χρησμοῦ πεποίηται. μέσῳ μὲν οὖν ἐπίκειταί
οἱ τῷ κράνει Σφιγγὸς εἰκών—ἃ δὲ ἐς τὴν Σφίγγα λέγεται, γράψω προελθόντος ἐς
τὰ Βοιώτιά μοι τοῦ λόγου—, καθ᾽ ἑκάτερον δὲ τοῦ κράνους γρῦπές εἰσιν
ἐπειργασμένοι.
[24.7] τὸ δὲ ἄγαλμα τῆς Ἀθηνᾶς ὀρθόν ἐστιν ἐν χιτῶνι ποδήρει καί οἱ κατὰ τὸ
στέρνον ἡ κεφαλὴ Μεδούσης ἐλέφαντός ἐστιν ἐμπεποιημένη· καὶ Νίκην τε ὅσον
τεσσάρων πηχῶν, ἐν δὲ τῇ χειρί δόρυ ἔχει, καί οἱ πρὸς τοῖς ποσὶν ἀσπίς τε κεῖται
καὶ πλησίον τοῦ δόρατος δράκων ἐστίν·
καὶ ἅρμα κεῖται χαλκοῦν ἀπὸ Βοιωτῶν δεκάτη καὶ Χαλκιδέων τῶν ἐν Εὐβοίᾳ. δύο
δὲ ἄλλα ἐστὶν ἀναθήματα, Περικλῆς ὁ Ξανθίππου καὶ τῶν ἔργων τῶν Φειδίου θέας
μάλιστα ἄξιον Ἀθηνᾶς ἄγαλμα ἀπὸ τῶν ἀναθέντων καλουμένης Λημνίας.
[28.3] τῇ δὲ ἀκροπόλει, πλὴν ὅσον Κίμων ᾠκοδόμησεν αὐτῆς ὁ Μιλτιάδου,
περιβαλεῖν τὸ λοιπὸν λέγεται τοῦ τείχους Πελασγοὺς οἰκήσαντάς ποτε ὑπὸ τὴν
ἀκρόπολιν· φασὶ γὰρ Ἀγρόλαν καὶ Ὑπέρβιον <τοὺς οἰκοδομήσαντας εἶναι>.
κριθῆναι δὲ καὶ ὕστερον Ὀρέστην λέγουσιν ἐπὶ τῷ φόνῳ τῆς μητρός· καὶ βωμός
ἐστιν Ἀθηνᾶς Ἀρείας, ὃν ἀνέθηκεν ἀποφυγὼν τὴν δίκην. τοὺς δὲ ἀργοὺς λίθους,
ἐφ᾽ ὧν ἑστᾶσιν ὅσοι δίκας ὑπέχουσι καὶ οἱ διώκοντες, τὸν μὲν Ὕβρεως τὸν δὲ
Ἀναιδείας αὐτῶν ὀνομάζουσι.
τοῖς δὲ ἀγάλμασιν οὔτε τούτοις ἔπεστιν οὐδὲν φοβερὸν οὔτε ὅσα ἄλλα κεῖται θεῶν
τῶν ὑπογαίων. κεῖται δὲ καὶ Πλούτων καὶ Ἑρμῆς καὶ Γῆς ἄγαλμα· ἐνταῦθα θύουσι
μὲν ὅσοις ἐν Ἀρείῳ πάγῳ τὴν αἰτίαν ἐξεγένετο ἀπολύσασθαι, θύουσι δὲ καὶ ἄλλως
ξένοι τε ὁμοίως καὶ ἀστοί.